Zouke, Anagnostikon: 59. Φαλῖνος* καὶ Κλέαρχος* (cfr. Xen. Anab 2,1)


    ῏Ην περὶ πλήθουσαν ἀγορὰν (· περὶ μεσημϐρίαν, ὅτε πλῆθος ἀνθρώπων ἐν τῇ ἀγορᾷ διατρίϐει) καὶ ἔρχονται παρὰ βασιλέως πρέσβεις (πρέσβυς· πρεσβευτής), ὧν εἷς Φαλῖνος ῞Ελλην, ὅς ἐτύγχανε παρὰ Τισσαφέρνους*  τιμώμενος. Οὗτος παρεκελεύετο τοῖς ῞Ελλησι παραδοῦναι τὰ ὅπλα βασιλεῖ. Πρὸς τοῦτον Κλέαρχος ἀποκρίνεται· 
   «῏Ω Φαλῖνε, ἐγὼ ἄσμενος (· οὐκ ἄκων) ἑώρακά (< ὁράω) σε· σύ τε γὰρ ῞Ελλην εἶ καὶ ἡμεῖς τοσοῦτοι, οὓς σὺ ὁρᾷς. Συμβούλευσον οὖν ὑμῖν ὅ,τι σοι δοκεῖ ἄριστον εἶναι καὶ ὅ τιμήν σοι οἴσει (< φέρω fut.) ἐν τῷ μέλλοντι· γιγνώσκεις γὰρ ὅτι ἀνάγκη λέγεσθαι, ἅ ἄν ἡμῖν συμβουλεύσῃς. ῾Ημεῖς, ὡς γιγνώσκεις, τὸν ἀγῶνα τοῦτον οὐκ ἀνειλόμεθα (< αἱρέω) διὰ φιλονεικίαν (φιλονεικία · ζῆλος, ἅμιλλα), ἀλλὰ διότι ἐβουλόμεθα χαρίζεσθαι Κύρῳ*, ἀνθ’ ὧν ὑπ’ αὐτοῦ εὖ ἐπάθομεν. Νῦν δ’ἐπεὶ Κῦρος τέθνηκεν, ἐν τοιούτοις πράγμασίν (πράγμα· ἀπορία)  ἐσμεν, ἐν οἴοις οὐδεπώποτε γέγονε τῶν ῾Ελλήνων τις· ἠναγκάσμεθα γὰρ ἀγωνίζεσθαι τηλικοῦτον ἀγῶνα, ἡλίκος  οὐδεπώποτε γέγονε τοῖς ῞Ελλησιν, ἐξ οὗ μεμνήμεθα. Κινδυνεύομεν δὲ παθεῖν, οἷα οὐδέποτε μέχρι σήμερον ἐπάθομεν. Χάριν οὖν ἕξομεν, ᾥτινι συμβουλεύσει ἡμῖν τὰ ἄριστα ».

   Φαλῖνος δ’ἀκούσας εἶπεν·
   «᾽Εμοὶ μὲν δοκεῖ ποιεῖν ὑμᾶς, ἃ συμφέρει. Εἰ μὲν γάρ ἐστι (· δυνατόν ἐστι) σωθῆναι ὑμᾶς ἑνὶ ᾧτινι δήποτε τρόπῳ, πειρᾶσθε σῴζεσθαι, εἰ δὲ μή, φίλοι τῷ βασιλεῖ γίγνεσθε. ῾Ηγοῦμαι μέντοι ἄκοντος (ἄκων· οὐκ ἑκών) βασιλέως οὐχ οἷόν (δυνατόν) τ’ εἶναι ὑμᾶς σωθῆναι».

Κλέαρχος δ’ ἀποκρίνεται·
   «῾Οπότερον (lat. uter) μὲν ποιήσομεν, βουλευσόμεθα· νῦν δ’ ἀπάγγελλε τῷ βασιλεῖ ὅτι οὐδὲν αὐτῷ ἐπιβουλευόμεθα (ἐπιβουλεύομαι· κατασκευάζω, μηχανάομαι) ».

῞Ο,τι δὲ ποιήσοι, οὐκ ἐδήλωσε.

* Φαλῖνος· Ἕλλην, εἰς ὑπηρεσίαν τοῦ Ἀρταξέρξου (404-358 ΒC), βασιλέως τῶν Περσῶν

* Κλέαρχος· στρατηγὸς Λακεδαιμονίος ὃς συνεκεστράτευσα μετὰ τοῦ Κύρου κατὰ τοῦ Ἀρταξέρξου
* Τισσαφέρνης (+ 395 BC), σατράπης τῆς Λυδίας καὶ Καρίας
* Κῦρος ὁ νεώτερος (+ 401 BC), ἀδελφὸς τῆς βασιλέως Ἀρταξέρξου δευτέρου.

No hay comentarios:

Publicar un comentario