lunes, 31 de julio de 2017

Zouke, Anagnostikon: 41. Ἀγησίλαος καὶ οἱ Θάσιοι



Οἱ Θάσιοι* πορευομένῳ τῷ Ἀγησιλάῳ* διὰ τῆς χώρας ἄλφιτα καὶ χῆνας καὶ ὄψα (· προσφάγια) πολυτελῆ (πολυτελής ↔ εὐτελής) ἔπεμψαν λέγοντες αὐτῷ. «῾Ημεῖς θαυμάζομέν σε τῆς ἀρετῆς καὶ ταῦτα δῶρά σοι οἱ ἄρχοντες πέμπουσιν, εἰς αὔριον δὲ πέμψουσι πλείονα». 
Resultado de imagen de harina de cebada
ἄλφιτα
Resultado de imagen de ganso
χήν

Ἀγησίλαος δὲ μόνα τὰ ἄλφιτα ἐλάμβανε, τὰ δὲ λοιπὰ ἐκέλευσε τοὺς κεκομικότας (< κομίζω) ἀπάγειν ὀπίσω. ᾽Επειδὴ δ’ οὗτοι ἐθαύμασαν ὅτι οὐ λαμβάνοι τὰ δῶρα, Ἀγησίλαος ἔλεξεν αὐτοῖς· «᾽Εὰν ἐθίσω (< ἔθος) τοὺς στρατιώτας εἰς πολυτέλειαν, οὐδὲν τῶν εἱλώτων* διοίσουσιν (< διαφέρω fut.)· τούτοις γὰρ προσήκει (· ἁρμόζει) τὰ δῶρα καὶ οὐκ ἐλευθέροις ἀνδράσιν. Ἀπάγετε οὖν ταῦτα ὀπίσω καὶ λέξατε τοῖς ἄρχουσιν ὅτι ταῦτα οὔκ ἐστι χρήσιμα τοῖς στρατιώταις».

Οἱ Θάσιοι ἀκούσαντες τῶν πρέσβεων καὶ ἔτι πλέον θαυμάσαντες τὸν ἄνδρα ἐκήρυξαν θείαις τιμαῖς θεραπεύειν αὐτόν. ῎Επεμψαν δὲ περὶ τούτου πρέσβεις πρὸς Ἀγησίλαον. Οἱ δ’ ἔλεγον· «῏Ω Ἀγησίλαε, οἱ τῆς πόλεως ἄρχοντες πεπόμφασιν ἡμᾶς λέξοντάς σοι ὅτι ἡ πόλις ἡμῶν ὡς θεὸν θεραπεύσει σε». ῾Ο δ’ ἔλεγεν· « Ἄγετε καὶ πράξατε πρῶτον ὅ,τι ἂν ὑμῖν λέξω. Ποιήσατε πρῶτον ὑμᾶς αὐτοὺς θεοὺς καί, εἰ τοῦτο πράξαιτε, λέξαιτε ἂν ὅτι καὶ τοὺς ἄλλους οἷοί τ’ἐστὲ (· δύνασθε) θεοὺς ποιῆσαι».



* Θάσος ἐστι νῆσος ἥ ἐν τῇ ἄρκτῳ τοῦ Αἰγαῖου πόντου κεῖται.
* Ἀγησίλαος ὁ μέγας, βασιλεὺς τῶν Λακεδαιμονίων (401/400-360 BC)

* ὁ εἵλως· μεταξὺ ἐλευθέρων καὶ δούλων παρὰ τοὺς Λακεδαιμονίους 

cfr. Plutarco, Apophtegmata laconica, 2.24-25

No hay comentarios:

Publicar un comentario