Zouke, Anagnostikon: 38. Διάλογοι Ξέρξου καὶ Δημαράτου (cfr. Hdt. 7, 208-209)

Ξέρξης πρὸ τῆς ἐν Θερμοπύλαις μάχης κατάσκοπον ἔπεμπεν ἰδεῖν, ὁπόσοι εἶεν οἱ ῞Ελληνες καὶ τί πράττοιεν. ᾽Εν Θετταλίᾳ γὰρ ὤν ἤκουεν ὡς ἐνταῦθα οἱ ῞Ελληνες ἠθροικότες εἶεν (‘habían reunido’) πολὺν στρατὸν καὶ ὅτι ἡγεμόνες εἴησαν οἱ Λακεδαιμόνιοι. ῾Ως δ’ὁ κατάσκοπος ἐπλησίασε πρὸς τὸ στρατόπεδον, ἐπυνθάνετο ὅτι οἱ Λακεδαιμόνιοι ἔξω τοῦ τείχους εἴησαν. ᾽Ενταῦθα δ’ οὗτοι ἐγυμνάζοντο καὶ τὰς κόμας ἐ-κτενίζοντο (< ὁ κτείς κτενός), Λεωνίδας δὲ τούτοις ἔλεγεν· « Ἄνδρες στρατιῶται, σώζοιτε τὴν πατρίδα ἀποθνῄσκοντες ὑπὲρ αὐτῆς· οὕτω γὰρ ἄν ἀποτρέψαιτε τὸν τῶν βαρβάρων κίνδυνον». 
Imagen relacionada
αἱ γυναῖκες κτενίζονται τὰς κόμας.
οἱ Λακεδαιμόνιοι ἐπεὰν μέλλωσι κινδυνεύειν τῇ ψυχῇ, τότε τὰς κεφαλὰς κοσμέονται.

Ταῦτα Ξέρξης ἀκούων καὶ θαυμάζων μετεπέμπετο (μεταπέμπω: παρακαλέω) Δημάρατον τὸν Λακεδαιμόνιον καὶ ἔλεγεν αὐτῷ, τί ὁ κατάσκοπος εἰρηκὼς εἴη (‘había dicho’)· «᾽Εγὼ μέν, ὦ βασιλεῦ, ἔλεγόν σοι καὶ πρότερον (lo mismo que antes) ὅτι οἱ ἄνδρες οὗτοι κωλύσοιεν ἡμᾶς διαβαίνειν τὴν στενωπόν [· τὰς θερμοπύλας ]. Καὶ νῦν δὲ λέγω ὅτι ἐπὶ πᾶν ἥξουσι (< ἥκω) περὶ τῆς νίκης (· τὸ πᾶν κάμνουσι: ‘llegan a todo, todo lo sufren por la victoria’)· εἰ μὴ τὸ πρᾶγμα οὕτως ἔχοι, νομίζοις ἄν με ψεύστην». Ταῦτα δ’ὅμως λέγων οὐκ ἔπειθε Ξέρξην. Διὸ ἐπιλέγει· «῏Ω βασιλεῦ, εἰ μὴ ἀληθεύσαιμι, θανάτῳ κολάσαις ἄν με».

No hay comentarios:

Publicar un comentario