lunes, 6 de febrero de 2017

Zouke, Anagnostikon: 19. Μήτηρ καὶ θυγατέρες


Γυνή τις εἶχε δύο θυγατέρας ὀρφανὰς πατρός· ταύτας συνάπτει ἀνδράσι (: ἄγεται τὰς θυγατέρας ἀνδράσι: lat. filias viris nuptum dat), τὴν μὲν κηπουρῷ (: ὃς θεραπεύει τὸν κῆπον), τὴν δ’ ἀνδρὶ κεραμεῖ.
 
Resultado de imagen de cerámica
κεραμεύς


Resultado de imagen de agricultor
κηπουρός
 Μετ’ οὐ πολὺ πρὸς τὴν τοῦ κηπουροῦ ἔρχεται καὶ παρ’ αὐτῆς πυνθάνεται, πῶς μετὰ τοῦ ἀνδρὸς διάγει· ἡ δὲ λέγει· « ῾Ικανὰ μὲν τἀγαθὰ ἐμοὶ πάρεστι (: πάρεστί μοί τι = ἔχω τι) καὶ ὁ ἀνὴρ ἀγαθός ἐστιν· Εὔχομαι δ’ ὅμως τοῖς θεοῖς, ὅπως ὄμβρῳ (ὄμβρος: lat. imber) τὴν γῆν ἀρδεύωσιν (ἀρδεύω: ποτίζω; lat. irrigare) οὕτω γὰρ καὶ τῇ τῆς Δήμητρος (: Δημήτηρ, θεὰ τῆς γεωργίας) βοηθείᾳ τοῖς λαχάνοις αὔξησις προσγίγνεται».
᾽Εκεῖθεν ἡ μήτηρ πρὸς τὴν θυγατέρα, τὴν τοῦ κεραμέως σύζυγον (cfr. cónyuge), ἔρχεται καὶ τὰ αὐτὰ πυνθάνεται· ἡ δ’ ἀποκρίνεται· « Τὰ μὲν ἄλλα (lat. cetera), ὦ μῆτερ, καλῶς ἔχω. Εὔχομαι δ’ ὅμως τοῖς θεοῖς, ἵνα ὦσιν ἡμέραι ξηραί (ξηρός ↔ ὑγρός), ὅπως ἡ κέραμος ξηρὰ ᾖ». 

῾Η δὲ μήτηρ περίλυπος ἀπέρχεται καὶ λέγει· «῏Ω Δήμητερ καὶ οἱ ἄλλοι θεοί, ἀληθῶς οὐκ οἶδα, ποτέρᾳ ('para cuál de las dos') τῶν θυγατέρων τὴν ἀρωγὴν (ἀρωγή: βοηθεία) ὑμῶν αἰτήσω».

No hay comentarios:

Publicar un comentario en la entrada