lunes, 16 de enero de 2017

Zouke, Anagnostikon: 16. Ἀλέξανδρος καὶ ὁ διδάσκαλος


Ἀλέξανδρος ὁ Φιλίππου ἐμάνθανε θηρεύειν, τοξεύειν, κιθαρίζειν καὶ γράφειν (: ζωγραφεῖν). ὁ γὰρ Φίλιππος ἐβούλετο (: ἤθελε) αὐτὸν παιδεῦσαι, ὥστε τέλειον (: ἄμεμπτον) εἶναι.

Resultado de imagen de alejandro magno cuadro
Ἀλέξανδρος ὁ Φιλίππου

Καθ’ ἑκάστην (scil. ἡμέραν) οὖν προέκοπτεν (προκόπτω: ‘avanzar’) ἐπὶ τὸ θηρεύειν καὶ τοξεύειν, περὶ δὲ τὸ κιθαρίζειν καὶ γράφειν οὐκ εἶχε (< ἔχω) σπουδήν (: ἐπιμέλειαν).

Λέγεται δήποτε τὸν διδάσκαλον κελεῦσαι αὐτὸν κροῦσαι χορδήν τινα ἀντ’ ἄλλης. Ἀλέξανδρος δ’ ὅμως λέγει τῷ διδασκάλῳ· «Καὶ τί διαφέρει, ἂν ταύτην ἀντ’ ἐκείνης κρούσω;» 


ὁ νεανίας κρούει λύρᾳ

῾Ο δ’ ἀποκρίνεται ὅτι τῷ μέλλοντι βασιλεύσειν οὐδὲν διαφέρει, ἀλλὰ τῷ βουλομένῳ θεραπεῦσαι τὰς τέχνας (artes colere)· οὕτω γὰρ ἤλπιζεν αὐτὸν μαλακοῖς (↔ καρτεροῖς) λόγοις παιδεύσειν.

No hay comentarios:

Publicar un comentario en la entrada