lunes, 26 de diciembre de 2016

Zouke, Anagnostikon: 13. Υἱὸς καὶ λέων γεγραμμένος


Γέρων δειλὸς ὁρᾷ καθ᾽ ὕπνους ὅτι ὁ υἱὸς ὑπὸ λέοντος κατησθίετο (: κατετρώγετο). Εὐθὺς δ’ἐκ τοῦ φόβου οἴκημα καλὸν καὶ μετέωρον (: ὑψηλόν) κατασκευάζει καὶ ἐνταῦθα μετὰ θεραπόντων τὸν υἱὸν ἐγκλείει. Κοσμεῖ (: στολίζει) δ’ ἔνδον τὸ οἴκημα ἀνδριᾶσι καὶ ἄλλῳ κόσμῳ. ἐπὶ δὲ τοῦ τοίχου γράφει πρὸς τέρψιν τοῦ υἱοῦ γίγαντας, λέοντας καὶ παντοῖα ζῷα· οὕτω γὰρ οἱ λέοντες καὶ ἐλέφαντες ἀκίνδυνοι ἦσαν τῷ υἱῷ. 
ἀνδριάς-άντος
Resultado de imagen de león y elefante

λέων καὶ ἐλέφας γεγραμμένοι ἐπὶ τοῦ τοίχου


 ῾Ο δὲ παῖς πλησιάζει μὲν τοῖς λέουσι καὶ ἐλέφασι, περίλυπος δ’ ἦν, ὅτι κατάκλειστος ἦν. Καὶ δήποτε λέγει τῷ ἐλέφαντι· «῏Ω ἐλέφαν, ὡς καλὸς εἶ καὶ καλοὺς ὀδόντας ἔχεις».᾽Εφεξῆς δὲ πλησιάζει τῷ λέοντι καὶ λέγει αὐτῷ. «῏Ω κακὲ λέον, δικαίως οἱ θηρευταὶ ἱμᾶσι δεσμεύουσί σε· τοῖς γὰρ ὀδοῦσι δάκνεις καὶ τὰ θηράματα φονεύεις. Καὶ ἐγὼ δὲ διὰ σὲ κατάκλειστός εἰμι, ὡς ἐν φρουρᾷ (: φυλακῇ)». 

Resultado de imagen de león atado

λέων ἱμᾶσι δεδεσμευόμενος

Καὶ εὐθὺς ἐπιβάλλει τῷ τοίχῳ τὸν δάκτυλον καὶ ἐκτυφλώττει τὸν λέοντα. Σκόλοψ δ’ ὅμως τῷ δακτύλῳ ἐμπήγνυται καὶ ὄγκωμα καὶ φλεγμονὴν ἐπιφέρει αὐτῷ. ᾽Εξ αὐτοῦ δ’ ἐπιγίγνεται (: ἐπέρχεται) πυρετὸς τῷ παιδὶ καὶ μετ’ οὐ πολὺ ἀποθνῄσκει. Οὕτω ὁ υἱὸς τοῦ γέροντος τὸ πεπρωμένον (: τὸ μοιραῖον) οὐκ ἀποφεύγει.

Resultado de imagen de astilla clavada en el dedoResultado de imagen de dedo hinchado mano
Σκόλοψ δ’ ὅμως τῷ δακτύλῳ ἐμπήγνυται καὶ ὄγκωμα καὶ φλεγμονὴν ἐπιφέρει αὐτῷ


lunes, 19 de diciembre de 2016

Zouke, Anagnostikon: 12. Οἱ γάμοι Πηλέως καὶ Θέτιδος


Πηλεὺς (ἥρως ἀρχαῖος, βασιλεὺς τῆς Φθίας) καὶ Θέτις (θεά, θυγάτηρ τοῦ Νηρέως, θεοῦ τῶν ὑδάτων) ἐν τοῖς γάμοις ἀγαθὰς (: καλὰς) περὶ τῆς εὐτυχίας ἐλπίδας εἶχον. Διὸ ἐν τῷ δώματι (= τὸ ἀνακτόρῳ) κόσμον λᾳμπρὸν κατεσκεύαζον καὶ τοὺς τῆς Φθίας κατοίκους ὡς καὶ τοὺς θεοὺς ἐδέχοντο πλὴν τῆς ῎Εριδος. 

Resultado de imagen de bodas de tetis y peleo
 Οἱ γάμοι Πηλέως καὶ Θέτιδος

Προσέρχονται οὖν οἱ μὲν θεοὶ σὺν θώραξι καὶ ἀσπίσι καὶ ἄλλοις ὅπλοις λαμπροῖς εἰς τὸ δῶμα, οἱ δὲ κάτοικοι μετὰ τῶν παίδων εἰς τὴν αὐλὴν τῶν βασιλείων μένουσιν. ῾Η θεὰ δ’ ὅμως ῎Ερις ὀργίζεται καὶ ἐν μέσῳ τῷ δώματι μῆλον ῥίπτει. ᾽Επιγραφὴ δ’ ἐπ’ αὐτοῦ ἦν «τῇ καλλίστῃ». ᾽Εν ταῖς θεαῖς ἦσαν ἡ ῞Ηρα, ἡ Ἀθηνᾶ καὶ ἡ Ἀφροδίτη. 
Athena, Aphrodite and Hera | Greco-Roman mosaic from Antioch C2nd A.D. | Musée du Louvre, Paris
ἡ Ἀθηνᾶ, θυγάτηρ τοῦ Διός, θεὰ τῆς σοφίας, ἡ Ἀφροδίτη, θεὰ τοῦ κάλλους καὶ ἡ ῞Ηρα, σύζυγος τοῦ Διός, θεὰ τῆς οἰκογενειακῆς ἑστίας.
 
Τούτων ἡ μὲν ῞Ηρα τῇ σεμνότητι τῶν ἄλλων διέφερεν, ἡ Ἀθηνᾶ τῇ τῶν γραμμάτων σοφίᾳ καὶ τῇ ὁπλίσει (ἡ ὅπλισις) ὑπερεῖχεν, ἡ δ’ Ἀφροδίτη τῇ τῆς ἐσθῆτος πολυτελείᾳ καὶ τῇ τοῦ σώματος χάριτι τὰς ἄλλας ὑπερέβαλλεν. Αὗται οὖν περὶ τοῦ μήλου ἤριζον καὶ τὴν τῆς ἑορτῆς φαιδρότητα (‘alegría’) διέλυον.

Τέλος Πάριδι τῷ τοῦ Πριάμου ἐπιτρέπουσι τὴν κρίσιν καὶ λέγουσιν· «῏Ω Πάρι, ἐπιτρέπομέν σοι τὴν κρίσιν περὶ τῆς καλλίστης». Οὗτος δὲ θαυμάζει μὲν τῆς ῞Ηρας τὸ σχῆμα (σχῆμα· ὄψις) καὶ τῆς Ἀθηνᾶς τὴν ἀσπίδα καὶ κόρυν (ἡ κόρυς κόρυθος: περικεφαλαῖα), προσφέρει δὲ τὸ μῆλον τῇ Ἀφροδίτη.

Paris, Hermes, Athena, Hera and Aphrodite | Athenian red-figure kylix C5th B.C. | Antikensammlung Berlin
ἡ κρίσις τοῦ Πάριδος