lunes, 31 de octubre de 2016

Zouke, Anagnostikon: 7. Κύων καὶ πρόβατον


Ὅτε τὰ ζῷα φωνὴν εἶχε, τὰ πρόβατα ἔλεγε τῷ δεσπότη· Ἡμεῖς, ὦ δέσποτα, ἔριά σοι παρέχομεν καὶ τυρόν (acc. cogn.) τοῖς δ᾽ἀμνοῖς ἡμῶν τρέφομεν τὰ τέκνα [σου]. Σὺ δ’οὐδὲν παρέχεις ἡμῖν, εἰ μή ἡμεῖς ἐκ τῆς γῆς λαμβάνομεν· ὁ δέ κύων, καίτοι (partícula: señala una objeción) οὐδέν παρέχει σοι, ἐκ τοῦ σίτου (σῖτος ↔ ποτής) καθ’ ἡμέραν λαμβάνει».
Resultado de imagen de perro y oveja
Κύων καὶ πρόβατον
Ὁ δὲ κύων ἔλεγεν· «῏Ω ἀνόητον πρόβατον, ἡ γλῶσσά σου προτρέχει τῆς διανοίας. ᾽Εγώ εἰμι χρησιμώτερος ὑμῶν· ἔργον μὲν γὰρ ὑμῶν ἐστι παρέχειν τὰ ἀγαθὰ τῷ δεσπότῃ, ἄλλον δὲ πόνον ὑμεῖς οὐκ ἔχετε. Εἰ δ’ἐγὼ μὴ ἐφύλαττον ὑμᾶς, ἐκινδυνεύετε ἂν πάσχειν κακὰ ὑπὸ τῶν ἐχθρῶν (cfr. εἰ φίλον εἶχον, εὐδαίμων ἂν ἦν: se amicum haberem, felix essem). ᾽Εμοὶ δ’ἀνάγκη [ἐστί] ἀεὶ φυλάττειν καὶ σῴζειν ὑμᾶς ἐκ τῶν κινδύνων».

lunes, 24 de octubre de 2016

Zouke, Anagnostikon: 6. Ἀνατροφὴ τῶν νέων παρὰ Πέρσαις.


Οἱ Πέρσαι τοὺς νέους παρὰ τοῖς δημοσίοις διδασκάλοις ἐπαίδευον ἐν κοινοῖς διδασκαλείοις (: σχολαίς). Οἱ διδάσκαλοι τῶν Περσῶν σοφοὶ καὶ χρηστοὶ (: χρηστός ἐστιν ὁ μὴ ἀδικῶν μηδένα) πολῖται ἦσαν. Τοὺς φαύλους (: κακούς) ἐν ταῖς συνηθείαις (σχέσεις: cualidades naturales) νέους ἰσχυρῶς (αὐστηρῶς: con rigor) ἐκόλαζον. Διὸ δικαιοσύνην ἐμάνθανον καὶ πονηροῦ ἢ αἰσχροῦ ἔργου ἀπεῖχον. Τὴν δ’ἀδικίαν ἔφευγον καὶ τὴν φιλίαν ἐθεράπευον· ἡ γὰρ τῶν δικαίων φιλία ἀγαθῶν πηγή ἐστιν, ἡ δὲ τῶν ἀδίκων [φιλία] ἀπατηλὴ (:ψευδὴς) καὶ οὐ μόνιμος (οὐ σταθερός: inestable). Οὕτω οἱ νέοι τῶν Περσῶν ὕστερον ἀγαθοὶ μὲν καὶ φιλόστοργοι, φιλόκαλοι δὲ καὶ φιλότιμοι πολῖται ἦσαν. Καὶ τὴν ἀχαριστίαν δὲ τῶν νέων ἐκόλαζον οἱ Πέρσαι· τοὺς γὰρ ἀχαρίστους ἀδίκους ἐνόμιζον οὐ μόνον περὶ φίλους, ἀλλὰ καὶ περὶ θεούς. Πρὸς δὲ οἱ νέοι ἐν μετρίᾳ διαίτῃ διῆγον. 



Resultado de imagen de educación persa
Ἀνατροφὴ τῶν νέων παρὰ Πέρσαις

Μέχρι μὲν ἑπτακαίδεκα ἐτῶν οὔτω ἐπαίδευον τοὺς νέους. ᾽Εκ δὲ τούτου οἱ χρηστοὶ νέοι συνῆσαν (< συνάγω) τοῖς ἐφήβοις (en Persia 16 o 17 años), οἱ δὲ τῶν ἐφήβων φρόνιμοι καὶ ἀνδρεῖοι τοῖς τελείοις πολίταις συνῆσαν καὶ μετελάμβανον (: ἐλάμβανον μέρος) ἀρχῶν καὶ τιμῶν.

lunes, 17 de octubre de 2016

Zouke, Anagnostikon: 5. Ἀνατροφὴ τῶν νέων ἐν Ἀθήναις


Resultado de imagen de educación griega

Ἀνάχαρσις (: Σκύθης ἐπισκεφθεὶς τὰς Ἀθήνας). Τίς ὁ χῶρός ἐστι; τί δ’ἐν αὐτῷ οἱ νεανίαι πράττουσι; τί δὲ θαυμάζουσι τῶν πολιτῶν οἱ πρεσβῦται (: γεροντότεροι) καὶ οἱ νέοι ἐν τοῖς θεαταῖς; (: μεταξὺ τῶν θεατῶν)

Σόλων. ῾Ο χῶρος γυμνάσιόν (: γυμναστήριον) ἐστιν· ἐν αὐτῷ οἱ θεαταὶ θαυμάζουσι τὰς ἀρετὰς τῶν νεανιῶν καὶ τὰς εὐεξίας (: σωματικὴ διάπλασις: constitución física) καὶ τόλμας καὶ φιλοτιμίαν τῶν ἀγωνιστῶν. ᾽Επαίνου δ’ἀπολαύουσιν (disfrutan) οἱ νικηταί.

Ἀνάχ. ᾽Εγώ, ὦ Σόλων, ἐμάνθανον ὅτι σὺ εὑρετὴς τῶν ἐθίμων (ἔθιμος –ον < ἔθος: pl. leyes basadas en los usos y costumbres) εἶ καὶ εἰσηγητὴς καὶ συναρμοστὴς (: συντάκτης πολιτεύματος, νομοθέτης: legislador) πολιτείας. ᾽Εθέλω οὖν σε διδάσκειν με ὡς μαθητὴν περὶ αὐτῶν. 


Σόλων. ῾Ημεῖς τοὺς πολίτας ψυχὴν τῆς πολιτείας νομίζομεν· τὴν δ’ ἀνατροφὴν παιδαγωγοῖς ἐπιτρέπομεν καὶ πρὸς πόνους ἐθίζομεν τοὺς νεανίας. ῞Οτε δ’ ἔφηβοί εἰσι, τοὺς μὲν (οἱ μὲν-οἱ δὲ = ἄλλοι μέν, ἄλλοι δέ) ὁπλίτας, τοὺς δὲ πελταστάς, τοὺς δὲ τοξότας τάττομεν. Διδάσκομεν δ’ αὐτοὺς ἀπὸ παιδίων καὶ παρὰ τῶν γεωργῶν λαμβάνομεν διδαχάς· οἱ γὰρ γεωργοὶ τὰ φυτά, ἕως ·μὲν μικρά ἐστι, φυλάττουσιν, ὅτε δὲ αὐξάνουσι, τοῖς ἀνέμοις ἐπιτρέπουσιν. Οὕτω καὶ ἡμεῖς τοὺς νέους, ἕως μὲν παιδία εἰσί, φυλάττομεν αὐτούς, ὅτε δὲ νεανίαι, παρέχομεν αὐτοῖς ἐλευθερίαν· τότε γὰρ οὐκ ἔχουσι κίνδυνον.

lunes, 10 de octubre de 2016

Zouke, Anagnostikon: 4. Θετταλία



Ὅριον (frontera) τῆς Θετταλίας τὸ παλαιὸν πρὸς τῇ θαλάττῃ (= πρὸς τὸ μέρος τῆς θαλάσσης), ἦν ἡ παραλία (= ὁ αἰγιαλός) ἀπὸ Θερμοπυλῶν μέχρι τῆς ἐκβολῆς (desembocadura) τοῦ Πηνειοῦ ποταμοῦ. Πρὸς τὴν μεσόγαιαν ἡ χώρα πεδίον ἐστί, κύκλῳ δ᾽ ἄκραι τὴν χώραν περικλείουσι. 

De Evgeni Dinev - Flickr, CC BY 2.0, https://commons.wikimedia.org/w/index.php?curid=3011222

Τῶν κατοίκων τῆς Θετταλίας οἱ μὲν ταγοὶ (: οὕτως ὠνομάζοντο οἱ ἄρχοντες τῆς Θεσσαλίας) κύριοι τῆς χώρας ἦσαν, οἱ δὲ γεωργοὶ τοὺς ἀγροὺς ἐθεράπευον καὶ ἐν ταῖς νομαῖς (<νέμω: pastizales) τὰ ποίμνια ἔνεμον (=ἔβοσκον). ᾽Εν Θετταλίᾳ οἱ ποταμοὶ ἐν ταῖς πηγαῖς μικροί εἰσιν, ἐν δὲ τοῖς πεδίοις πολλαχοῦ λιμνάζουσιν (se estancan). Οἱ ποταμοὶ τὴν χώραν πολλάκις κατακλύζουσι (inundan) καὶ τὴν γεωργίαν καὶ τὰς νομὰς βλάπτουσιν. Οἱ κάτοικοι τότε ἐν ἀπορίᾳ εἰσίν. ᾽Εν ταῖς εὐφορίαις (periodos de cosecha) δ’ ὅμως ἡ Θετταλία ἐκφέρει σῖτον, κριθάς, ὀπώρας· τρέφει δὲ ἀγέλας ἵππων καὶ προβάτων. Τὴν δ’ ἐκ τῶν ἀγρῶν κομιδὴν (< κομίζω) ἐφ’ ἁμαξῶν εἰς τὰ ταμιεῖα (= τὰς ἀποθήκας) τῶν οἰκιῶν φέρουσι.

martes, 4 de octubre de 2016

Zouke, Anagnostikon: 3. Ὁ Περσικὸς στρατὸς ἐπὶ τὰς νήσους τὰς ῾Ελληνικάς


Αἱ νῆσοι τοῦ Αἰγαίου κατὰ τὸ ἄκρον (: ἀκρωτήριον Σούνιον ἐστι τὸ νοτιώτερον ἀκρωτήριον τῆς Ἀττικῆς) Σούνιόν εἰσιν. ᾽Εν ταῖς νήσοις τὸ ἀρχαῖον (adv.) οἱ κάτοικοι ἀμπέλους ἐθεράπευον· περιέκλειον (< περικλείω) δὲ καὶ ἐχώριζον τὰς ἀμπέλους βάτοις (: Rubus ulmifolius) καὶ ἀτραποῖς (: στενοὶς δρόμοις).
Resultado de imagen de mapa islas griegas cícladas
Νάξος, ἀπὸ τὰς μεγαλυτέρας νήσους τῶν Κυκλάδων. Δῆλος, μικρὰ νῆσος πλησίον τῆς Σύρου, ὀνομαστὴ τὸ πάλαι διὰ τὴν λατρείαν τοῦ ᾽Απόλλωνος.   


Τῶν νήσων ἡ Νάξος  ἔνδοξος ἦν ταῖς ἀμπέλοις, ἡ δὲ Δῆλος  τῷ ἱερῷ. Ὅτε ὁ στρατηγὸς τοῦ Δαρείου ἐπὶ τὰς νήσους ἐστράτευε, τὸ πρῶτον ἐπὶ τὴν Νάξον ἀπέβαινεν. ᾽Ενταῦθα τοὺς οἴκους ἔκαιε καὶ τὰς ἀμπέλους ἔφθειρεν. Εἶτα πρὸς τὴν Δῆλον τὸν στόλον ἔφερεν. Οἱ κάτοικοι δ’ ὅμως τῆς Δήλου εἰς Τῆνον  ἔφευγον. Τότε τοῖς Δηλίοις ὁ στρατηγὸς ἀγγέλους ἔπεμπε καὶ ἔλεγε· « Διατὶ (= διὰ τί) οὐκ ἐμένετε ἐν τῇ νήσῳ; οὐκ ἐγιγνώσκετε ὅτι τὸν αὐτὸν (: τὸν ἴδιον) θεὸν καὶ ἡμεῖς θεραπεύομεν; ». Οἱ δὲ Δήλιοι ἔλεγον· « Σύ, ὡς λέγεις, φίλος ἔκπαλαι (: ἀπὸ πολλοῦ) ἦσθα τῷ θεῷ· καίτοι δὲ σὺ καὶ οἱ ἄλλοι στρατηγοὶ φίλοι ἦτε, ὅμως δ’ ἐπεβουλεύετε (: σκέπτεσθε κακόν) τοῖς κατοίκοις τῶν νήσων».