lunes, 12 de septiembre de 2016

Zouke, Anagnostikon: 2. Ὁ γεωργός.


Τῶν κατοίκων τῆς ῾Ελλάδος πολλοὶ γεωργοί ἐσμεν. ᾽Εν δὲ τῷ οἴκῳ ποίμνια καὶ ζῷα τρέφομεν. Πολλάκις δ’ ὅμως μάτην τοὺς ἀγροὺς ἡμεῖς θεραπεύομεν· οἱ μὲν γὰρ κάπροι τοὺς καρποὺς διαφθείρουσιν (: ἀφανίζουσιν), οἱ δὲ λύκοι τὰ πρόβατα ἁρπάζουσι. Τότε ἐν ἀπόρῳ ἐσμὲν (: εὐρισκόμεθα εἰς στενοχωρίαν) καὶ μάταιοι οἱ πόνοι εἰσίν. Τοῦ γεωργοῦ ἔργον ἐστὶ φυτεύειν καὶ σπείρειν· ὁ δὲ θεὸς αὐξάνει τὸν σῖτον καὶ τοὺς τῶν δένδρων καρπούς· ἄνευ γὰρ ὄμβρου (= βροχῆς) καὶ ἡλίου οὐκ ἔστι (: οὐδὲν ἐστι δυνατόν) καρπὸν φέρειν ἐκ τῶν φυτῶν. Διὸ νόμος (: συνήθεια) τῶν γεωργῶν ἐστι τοῖς τῶν ἀγρῶν καρποῖς τοὺς θεοὺς θεραπεύειν. Τοῖς γεωργοῖς ὁ βίος μεστὸς πόνων ἐστί. Μάτην, ὦ γεωργοί, σπείρετε καὶ φυτεύετε, εἰ μὴ τὸν θεὸν βοηθὸν ἔχετε· οὕτω μόνον, εἰ ὁ θεὸς συνεργὸς ἐστιν, ἐστὲ μακάριοι (: εὐτυχεῖς).
Resultado de imagen de agricultor griego
Τῶν κατοίκων τῆς ῾Ελλάδος πολλοὶ γεωργοί εἰσιν.

Resultado de imagen de agricultor griego
Añadir leyenda


lunes, 5 de septiembre de 2016

Zouke, Anagnostikon: 1. Ὁ πιστὸς φίλος


Πιστεύω τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις (: γνωρίζεις). ῾Ο φίλος τὸν φίλον ἐν πόνοις (: κόποις) καὶ κινδύνοις οὐ λείπει. Τοῖς τῶν φίλων λόγοις ἀεὶ πιστεύομεν. Εἰ κινδυνεύετε, ὦ φίλοι, τοὺς τῶν ἀνθρώπων τρόπους (: τοὺς χαρακτῆρας) γιγνώσκετε· οἱ μὲν γὰρ ἄπιστοι φίλοι οὐ μετέχουσι (: λαμβάνουσι μέρος) τοῦ κινδύνου, οἱ δὲ πιστοὶ συγκινδυνεύουσι τοῖς φίλοις. Πιστοῖς φίλοις μᾶλλον (:περισσότερον) ἢ χρυσῷ καὶ ἀργύρῳ πιστεύομεν. Οἱ ἀγαθοὶ ἄνθρωποι καὶ ἐν κινδύνοις ἀεὶ ἀγαθὸν ἔχουσι θυμόν (διάθεσιν)· τῷ γὰρ θεῷ πιστεύουσιν. ῏Ω φίλε, ὁ θεὸς τοὺς ἀγαθοὺς ἀνθρώπους οὐ λείπει. Πολλοὶ ἄνθρωποι τῷ πλούτῳ μᾶλλον ἢ τῷ θεῷ πιστεύουσι.


Resultado de imagen de amigo fiel
οἱ πιστοὶ φίλοι