lunes, 29 de febrero de 2016

Blackie, Colloquia Graeca - Lección IV.b






b) Tercera declinación: ῥήτωρ, ῥήτορος; ποιμήν, ποιμένος; ὕδωρ, ὕδατος

― ὁρᾷς τὸν ποιμένα ἐκεῖνον μετὰ τῶν προβάτων ἐν τῷ λειμῶνι;
― ὁρῶ, καὶ τὸν κύνα.
― ἆρα οὖν ἀκούετε τῆς φωνῆς τοῦ δεινοῦ ἐκείνου ῥήτορος;
― ἀκούομεν· μᾶλλον δὲ ἀρέσκει ὁ τῶν χελῑδόνων τρισμὸς (< τρίζω) καὶ τῆς ἀηδόνος τὸ ἆσμα (< ᾄδω)
* αἱ χελιδόνες τρίζουσιν. μία χελιδὼν ἔαρ οὐ ποιεῖ.



Resultado de imagen de golondrina
ἡ χελιδών, χελιδόνος

 * αἱ ἀηδόνες ᾄδουσιν. 
Luscinia megarhynchos - 01.jpg
ἡ ἀηδών, ἀηδόνος

― δίκαίως· αὗται γὰρ κινοῦσι τὸ βαθὺ τῆς ψυχῆς.

lunes, 22 de febrero de 2016

Blackie, Colloquia Graeca - Lección IV.a


Tercera declinación: -ηρ, -ηρος ; -ων, ωνος

― ὁρᾷς τὸν ἀροτῆρα τῷ ἀρότρῳ κόπτοντα τὴν γῆν;
― χρήσιμον τὸ ἔργον τοῦτο καὶ ἀναγκαῖον.
     ἰσχυρὸν ἔχει ἵππον ὁ ἀροτήρ.
 

― τίνος ἐστὶν ἡ εἰκὼν ἐκείνη;
― τοῦ Ἰησοῦ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν.
― θεῖον πάνυ τὸ πρόσωπον!

― τίς ἐστιν ἡ βίβλος ἐκείνη ἡ λαμπρά;
― ἡ γεωγραφία τοῦ Στράβωνος.

― τί πίνεις ἐκ τοῦ κρατῆρος ἐκείνου ;
― πίνομεν τὸν οἶνον.

― δός μοι τὸν τρίβωνα τὸν παλαιόν.

― ἐκ μικροῦ σπινθῆρος δεινὴ πολλάκις ἀνάπτεται φλόξ,
     ὧς γράφει ὁ Ἀπᾶστολος Ἰάκωβος (cfr. 3, 5),
     καίτοι τί ταῦτα λέγεις ; 


Resultado de imagen de chispa fuego

σπινθήρ, -ρος ὁ


― φοβεῖ μὲ ὁ πολὺς ἐκεῖνος καπνὸς ὁ ἐκ τῆς καπνοδόχης.
― ἀκούω τοῦ κώδωνος καὶ τῆς τοῦ κλητῆρος* φωνῆς ὃς ἐγείρει τοὺς πολίτας. 

  * κλητήρ = κῆρυξ

κώδων, -ωνος ὁ
― οὐ σμικρὸς ὁ κίνδῡνος.
― ἀκούω τοῦ ἀλεκτρυόνος.