lunes, 25 de enero de 2016

J. S. Blackie, Greek Primer Colloquial and Constructive, 1871. Lección I





― λαμπρός ἐστι ὁ ἥλιος καὶ καλὴ ἡμέρα.
― ὁρᾷς τὸν ἥλιον;
― ὁρῶ νεφέλην / νεφέλην στυγνὴν ὁρῶ.


Resultado de imagen de nube gris commons


― ὁρᾷς τὸν καπνόν;
― ὁρᾷς τὸν οὐρανὸν τὸν κυανοῦν;
― ἀκούεις τοῦ ποταμοῦ;
― ἀκούεις τῆς βροντῆς;


― θαυμάζεις τὸ δένδρον τόδε τὸ ὑψηλόν;
― θαυμάζω καὶ μάλα γε
― ὁρᾷς τὸ ῥόδον τοῦτο τὸ καλόν;
καὶ τὸ λείριον τὸ λευκόν;
καὶ τὴν πόαν τὴν χλωράν;





― καλός ἔστιν ὁ κῆπος
καὶ σοφὸς ὁ κηπουρός
― ὁρῶ ἄκανθαν,
― κακόν, κακόν
αἰσχρόν, αἰσχρόν,
― μισῶ τὴν κακὴν ἄκανθαν,
φιλῶ τὸ ῥόδον τὸ καλόν,
― μισεῖς τὴν ἀκαλήφην;
― μάλιστα
― σφοδρός ἔστιν ὁ ἄνεμος
― φιλῶ τὴν σκιάν
καὶ τὴν σκέπην


Resultado de imagen de refugio commons 


― φέρε τὴν τράπεζαν
― ποῦστι (ποῦ ἐστι) ὁ πέτασος ὁ ἐμός;
― δός μοι τὸν πέτασον
― φιλῶ πῖλον ἐγώ
 

― κίνει τὸ πῦρ / τὴν ἐσχάραν
― δός μοι τὸ σκάλευθρον
― ἔχεις πυράγραν;
― ἰδοῦ
 

― ὁρᾷς τὸ κάτοπτρον;
― ἔχεις ἕδραν;
― ἔχεις ὑποπόδιον;
― ἔχεις κλίνην;
― δός μοι τὴν βακτηρίαν.
― τὸ παιδίον τόδε τίς ἔστι;
― ὁ ἀδελφὸς ὁ ἐμός.
― ἔστι σοι ἄδελφή;


― φιλῶ δεῖπνον.
― ἔχεις ἄρτον καὶ βούτῡρον;
― καλὸν τό ἀργυροῦν ποτήριον τοῦτο.


φέρε τὸ καλαμάριον
― λάβε
― οὐχ ὁρῶ κάλαμον
― ἰδοῦ
― χάριν ἔχω
 

― δός μοι χειρόμακτρον
ἔτι δὲ τοῦ σάπωνος
― ἰδοῦ σάπωνα τὸν τοῦ Πεαρσίου
― θεῖον πάνυ χρῆμα τοῦ καθαρτικοῦ
νῦν δὴ λευκαί μοι αἱ χεῖρες ὥσπερ ἡ χιών.

No hay comentarios:

Publicar un comentario