viernes, 20 de noviembre de 2015

22. Baptisma Iesu



            Ἰησοῦς, ὢν ὡς ἐτῶν τριάκοντα, ἦλθεν ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην, ἵνα καὶ αὐτὸς βαπτισθῇ.
             Ὀ δὲ Ἰωάννης διεκώλυεν αὐτὸν λέγων· γώ χρείαν ἔχω πὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με;
            Ὀ δὲ Ἰησοῦς ἔθελεν οὕτω πληρῶσαι πᾶσαν δικαιοσύνην. Βαπτισθεὶς οὖν, καὶ ἐκβαίνων ἐκ τοῦ ὕδατος, εἶδε τοὺς οὐρανοὺς σχιζομένους, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ σωματικῷ εἴδει καταβαῖνον ς περιστερὰν καὶ ἐρχόμενον ἐπ’ αὐτόν.
            Καὶ φωνὴ κούσθη ἐκ τῶν οὐρανῶν λέγουσα· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν εὐδόκησα.

ἡ βάπτισις = τὸ βάπτισμα


lunes, 16 de noviembre de 2015

21. Iohannes testimonium perhibet de Iesu



     Προσδοκῶντος (< προσδοκάω) δὲ τοῦ λαοῦ, καὶ διαλογιζομένων πάντων ἐν ταῖς καρδίαις αὐτῶν περὶ τοῦ Ἰωάννου, μή ποτε αὐτὸς εἴη ὁ Χριστός, ἔλεγεν αὐτοῖς· Ἐγὼ οὐκ
 εἰμὶ ὁ Χριστός. Ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μού ἐστιν, οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων· Ἐγὼ μὲν βαπτίζω ὑμᾶς ἐν ὕδατι εἰς μετάνοιαν, αὐτὸς δὲ ὑμᾶς βαπτίσει ἐν Πνεύματι Ἁγὶῳ καὶ πυρί.

   Ἔχει γὰρ τὸ πτύον ἐν τῇ χειρί, καὶ διακαθαρὶσει τὴν ἅλωνα αὐτοῦ, καὶ συνάξει τὸν σῖτον εἷς τὴν ἀποθήκην, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.

ἱμάς-ντος  τῶν ὑποδημάτων
 
 πτύον: ventilabrum / ἄχυρον: palea

ἅλων-ωνος ὁ / ἡ: area